[ ]
Phokis — Delphi — 189/188 BC
| 1 | ἄρχοντος Ξένωνος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδ[ο]το |
| Δαμόφαντος Δαμοκράτεος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα γυναικεῖον ἇι ὄνομα Βιβία, καθὼς ἐπίστευσε Βιβία | |
| τὰν ὠνὰν τῶι [θ]εῶι, ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν. | |
| 5 | βεβαιωτὴρ κατὸν νόμον· Καλ<λ>ίστρατος Μαντία |
| Δελφός. μάρτυρες· οἱ ἱερεῖς Ἄθαμβος, Ξένων | |
| καὶ τοὶ ἄρχοντες Κλεύδαμος, Ἀγάθων· Φαῖνις, | |
| Δίων, Ἀμύντας, Εὐχαρίδας. |