[ ]
Phokis — Delphi — 179 BC
1 | ἄρχοντος Μαντία μηνὸς Ἰλαίου, ἀπέδοτ[ο] |
Ἀρίστα Σωτηρίχου Δελφὶς τοῖ Ἀπόλλωνι τῶι Πυ- | |
θίω σώματα γυναικεῖα δύο αἷς ὀνόματα Ζωπυρ- | |
ὶς καὶ Ἀρχεπολίς, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, | |
5 | καθὼς ἐπίσστευσαν τῶι θεῶι τὰν ὠνάν. βε- |
βαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Μνάσων | |
Ξένωνος. παραμεινάτω δὲ Ζωπυρὶς καὶ Ἀρχε- | |
πολὶς ἄχρι κα Ἀρίστα ζῆ ποιοῦσαι τὸ ποτιτα[σ]- | |
σόμενον. ἐπεὶ δέ κα διαλίπη Ἀρίσστα, ἐλεύθερα- | |
10 | ι ἔστωσαν κυριεύουσαι αὐταὶ ἑαυτᾶν, καθὼς |
ἐπί<σ>τευσαν τὰν ὠνὰν τῶ θεῶι. βέβαιον δὲ π[αρε]- | |
χέτω ἅ τε ἀποδομένα τῶ θεῶι καὶ ὁ βεβαιωτήρ· εἰ δέ | |
κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον | |
τᾶς πόλιος. μάρτυρες· οἱ ἄρχ[ο]ντες Σωδαμίδας, | |
15 | Ξενέας καὶ προστάτας Ξενόστρατος καὶ ἰδιῶται |
Ἀνδρόνεικος, Καλλικλῆς, Ἀμύντας, Ἱεροκλῆς, Σκόπας, | |
Ἀμφίστρατος, Βούλων. |