[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος ἐν Ἀμφίσσαι Εὐάρχου |
| τοῦ Σω[κρ]άτεος μηνὸς Ἀγρυστυεῶνος, | |
| ἐν Δ[ελ]φοῖς δὲ ἄρχοντος Ἥρυος μηνὸς Βο[υ]- | |
| [κα]τ[ίου, ἀ]πέδοτο Εὐξίθεος Ἀμύντα Ἀμφισσεὺ[ς] | |
| 5 | τ[ῶι Ἀπ]όλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον [ἇι] |
| ὄνομα Διονυσία τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργ[υ]- | |
| ρίου μνᾶν ἑπτά, καὶ τὰν [τ]ιμὰν ἔχει. βεβαιωτὴρ κατ[ὰ] τὸ σύμβο- | |
| λον καὶ τοὺς νόμους τᾶς πόλιος τῶν Δελφῶν· Ἄθαμβος Ἀθανί- | |
| ωνος Δελφός. καθ[ὼ]ς ἐπίστευσε Διονυσία τὰν ὠνὰν τῶι θεῶι, | |
| 10 | ἐφ’ <ὅ>τω ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν |
| πάντα βίον. εἰ δέ τίς <κα> καταδουλίζηται Διονυσίαν, κύριος | |
| ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν ἀζά- | |
| μι[ο]ς ὢν καὶ ἀνυπόδικος πά[σα]ς δίκας καὶ ζαμίας. μάρτυ- | |
| ροι· οἱ ἱερεῖς Ἀ[μ]ύντας, Ἀνδρόνικος, ὁ νακόρος Μένης, Ἀριστέ- | |
| 15 | ας, Νίκαρχος, Ἐκέφυλος, Ἵππων. |