[ ] Phokis — Delphi — 179/178 BC
1 στρατα[γέ]οντος Λοχάγου Καλλιπολίτα μηνὸς Δίου, ἐν Δελφοῖς δὲ
ἄρχοντ[ος Ε]ὐαγγέλου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀρι-
στομένη[ς, Κ]αλλίμαχος Ἀριστοκλέος Ἀμφισσεῖς τῶι Ἀπόλλωνι
τῶι Πυθ[ίωι] σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀγαθοκλῆς, τιμᾶς ἀργυρίου
5 μνᾶν τρι[ῶ]ν καὶ ἡμιμναίου, καθὼς ἐπίστευσε Ἀγαθοκλῆς τῶι θε-
ῶι τὰ[ν ὠ]νά[ν], ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
των τὸμ πάντα βίον, ποέων ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νό-
μον καὶ τὰν συμβολάν· Πασῖνος Ἀγρολέωνος Ἀμφισσεύς, Ἀνδρό-
νικος Πατρέα Δελφός. μάρτ[υ]ρες· Μνάσων Ξένωνος, Σώτιμος
10 [Μέ]νωνος Δελφοί, Στράτων, Κλέανδρος, Δωρόθεος Ἀρχελάου,
[․․․(․)]όλαος Ἀνδρομένεος Ἀμφισ[σ]εῖς.
Search Help
Contact Us