[ ]
Phokis — Delphi — 179/178 BC
| 1 | στρατα[γέ]οντος Λοχάγου Καλλιπολίτα μηνὸς Δίου, ἐν Δελφοῖς δὲ |
| ἄρχοντ[ος Ε]ὐαγγέλου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀρι- | |
| στομένη[ς, Κ]αλλίμαχος Ἀριστοκλέος Ἀμφισσεῖς τῶι Ἀπόλλωνι | |
| τῶι Πυθ[ίωι] σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀγαθοκλῆς, τιμᾶς ἀργυρίου | |
| 5 | μνᾶν τρι[ῶ]ν καὶ ἡμιμναίου, καθὼς ἐπίστευσε Ἀγαθοκλῆς τῶι θε- |
| ῶι τὰ[ν ὠ]νά[ν], ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
| των τὸμ πάντα βίον, ποέων ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νό- | |
| μον καὶ τὰν συμβολάν· Πασῖνος Ἀγρολέωνος Ἀμφισσεύς, Ἀνδρό- | |
| νικος Πατρέα Δελφός. μάρτ[υ]ρες· Μνάσων Ξένωνος, Σώτιμος | |
| 10 | [Μέ]νωνος Δελφοί, Στράτων, Κλέανδρος, Δωρόθεος Ἀρχελάου, |
| [․․․(․)]όλαος Ἀνδρομένεος Ἀμφισ[σ]εῖς. |