[ ]
Phokis — Delphi — 179 BC
| 1 | ἄρχοντος Εὐα[γγέ]λου μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο |
| Αἰνήσιον Μαντί[α Δε]λφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν- | |
| δρεῖον [ὧ]ι ὄνομα [Σω]σίνης, τιμᾶς ἀργυρίου μνᾶν πέντε, κ[α]- | |
| θὼς ἐπίστευσε Σωσίνης τῶι θεῶι τὰν ὠνάν. βεβαιωτ[ῆρ]ες | |
| 5 | [κα]τὰ τὸν νόμον· Α[ἰ]ακίδας, Μαντίας Φιλαιτώλου Δελφοί. [π]α[ρ]α- |
| μεινάτω δὲ Σωσίνης παρὰ Αἰνήσιον ἔτη ἓξ [π]οέων τὸ ποτιτ[α]σ- | |
| σόμενον πᾶν τὸ δυνα[τ]ὸν ἀνεγκλήτως· εἰ δέ κα παραμείνηι τὰ ἓξ | |
| ἔτη καθ[ὼ]ς γέγρα[π]ται, [ἐ]λεύθερος ἔστω Σωσίνης κυριεύων αὐ- | |
| [τ]οσαυτοῦ [κ]αὶ ποιέων ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν | |
| 10 | ὠνάν. [ε]ἰ δ[έ] τίς κα ἅπτηται Σωσίνεος διελθόντος τοῦ χρόνου |
| ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ἅ τε | |
| ἀ[ποδο]μέ[να Α]ἰνήσιον καὶ οἱ βεβαιωτῆρες κατὰ τὸν νόμον. ὁμοί- | |
| ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς | |
| ἐλ[ε]ύθερον ὄντα ἀζάμ[ι]ο[ι] ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
| 15 | [κ]αὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμ[β]ος, τῶν δὲ ἀρχόντων |
| βούλων, Μελισσ[ί]ων, ἰδιῶται Δαμοχάρης Καλλείδα, | |
| Σώσιππος, Λαχάρης, Ἐπιχάρης. |