[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀστόξενος |
Διονυσίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νῦσα, τ[ι]μᾶς ἀργυρί- | |
ου μνᾶν δέκα, καθὼς ἐπίστευσε Νῦσα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλευθέραν εἶ- | |
μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιοῦσα ἅ κα θέλη καὶ ἀπο- | |
5 | τρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὸν νόμον τᾶς πόλιος· Διονύσιος [Ἀ]σάνδρου. |
εἰ δέ τίς κα ἐφάπτηται Νύσας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι | |
τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀστόξενος καὶ ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν | |
ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυχόντες | |
κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
10 | πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τῶν ἀρχόντων Ἀλκῖνος, ἰδιῶται Πλείστων, Δίων, |
Ἀρτεμίδωρος, Ξένων, Καλλείδας. |