[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀστόξενος |
| Διονυσίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νῦσα, τ[ι]μᾶς ἀργυρί- | |
| ου μνᾶν δέκα, καθὼς ἐπίστευσε Νῦσα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλευθέραν εἶ- | |
| μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιοῦσα ἅ κα θέλη καὶ ἀπο- | |
| 5 | τρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὸν νόμον τᾶς πόλιος· Διονύσιος [Ἀ]σάνδρου. |
| εἰ δέ τίς κα ἐφάπτηται Νύσας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι | |
| τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀστόξενος καὶ ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν | |
| ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυχόντες | |
| κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
| 10 | πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τῶν ἀρχόντων Ἀλκῖνος, ἰδιῶται Πλείστων, Δίων, |
| Ἀρτεμίδωρος, Ξένων, Καλλείδας. |