[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Φιλοκράτεος τοῦ Ξένω- |
| νος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
| Ἀστόξενος Διονυσί[ο]υ τῶι Ἀπόλ<λ>ων[ι] | |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνο[μ]α | |
| 5 | Σαραπιάς, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, |
| καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς | |
| ἐπίστευσε Σαραπιὰς τῶι θεῶι τὰν | |
| ὠνάν, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ | |
| ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν- | |
| 10 | τα χρόνον, ποιοῦσα ὅ κα θέλη καὶ ἀπο- |
| τρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ | |
| κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀριστί- | |
| ων Ἄγωνος. εἰ δέ τίς κα ἐφάπτη- | |
| ται Σαραπιάδος ἐπὶ καταδουλισ- | |
| 15 | μῶι, βέβαιον παρεχόντων τῶι |
| θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε- | |
| νος Ἀστόξενος καὶ ὁ βεβαιω- | |
| τὴρ Ἀριστίων Ἄγωνος. εἰ δὲ | |
| μὴ παρέχοιν βέβαιον τὰν | |
| 20 | ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόν- |
| των κατὰ τὸν νόμον τᾶς πό- | |
| λιος. ὁμοίως δὲ καὶ οἱ παρα- | |
| [τυγχάνον]τες κύριοι ἐόν- | |
| [των συλέοντ]ες Σαραπιάδα ὡς ἐ- | |
| 25 | [λευθέραν] οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀ- |
| [νυπόδικοι π]άσας δίκας καὶ ζαμίας. εἰ δέ κά τι | |
| [πάθηι Σαραπιὰς] καὶ ἔχηι γενεὰν ἀπὸ τᾶς ἀρχᾶς | |
| [τᾶς Φιλοκ]ράτεος τοῦ Ξένωνος, κυρία ἔστω ἔχουσα | |
| [ἁ γενεὰ τὰ] Σαραπιάδος· εἰ δὲ ἀγένειος εἴη Σαραπιὰς Ἀστοξέ- | |
| 30 | [νωι, πάντα] τὰ ὑπάρχοντα τὰ Σαραπιάδος Ἀστοξένου ἔστω |
| [καὶ τῶν] ἐκγόνων Ἀστοξένου, μηδὲ δόσιν ποησάτω Σαραπι- | |
| [ὰς μη]θενὶ τῶν ὑπαρχόντων τῶν ἰδίων· εἰ δὲ ποιήσαιτο, ἄκυρος | |
| ἁ δόσις ἔστω. μάρτυροι· ὁ ἱερεὺς Ἀνδρόνικος καὶ οἱ ἀρχοντες Ἀρι- | |
| στίων Ἄγωνος, ἰδιῶται Μένης, Φίλαγρος, Ἀλέξανδρος. |