[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Φιλοκράτεος μηνὸς Ἰλαίου, ἀπέδοντο Εὐάγγελος |
| Πάτρωνος καὶ Ἄθαμβος Ἀγάθωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα ἀνδρεῖον ὧι ὄνομα Πρόθυμος τὸ γένος Ἄραβα, τιμᾶς ἀρ- | |
| γυρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶΣαν, καθὼς ἐπί- | |
| 5 | στευσε τὰν ὠνὰν τῶι θεῶι Πρόθυμος, ἐφ’ ὅτωι ἐλεύθερος εἶ- |
| μεν τὸν πάντα χρόνον, αὐτὸν ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέ- | |
| χοντα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἰα- | |
| τάδας Πάτρωνος. εἰ δέ τίς κα ἐφάπτηται Προθύμου ἐπὶ κα- | |
| ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν οἵ τε | |
| 10 | ἀποδόμενοι Εὐάγγελος καὶ Ἄθαμβος καὶ ὁ βεβαιωτὴρ |
| Ἰατάδας. εἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πρά- | |
| κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ πα- | |
| ρατυγχάνοντες κύριοι ἐόντων συ ἐόντες Πρόθυμον ὡς ἐ- | |
| λεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας | |
| 15 | δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρό- |
| νικος καὶ οἱ ἄρχοντες Ἀριστίων Ἄγωνος, Ἀστόξενος, ἰδι- | |
| ῶται Ἄθαμβος Ἁβρομάχου, Φίλαγρος Φίλωνος, Βαβίλος, Δε- | |
| ξώνδας Δάμωνος. |