[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος Ἄρχω[νος] |
| μηνὸς Θευξενίου, ἐπὶ {[τ]ο} | |
| τοῖσδε ἀπέδοτο Διονύσιος | |
| [Ἀθ]ανίωνος, συνευδοκεούσας τᾶς | |
| 5 | γυναικὸς Ξεναρχίδος καὶ τᾶς |
| θυγατρὸς Τιμάδος καὶ τοῦ υἱοῦ | |
| Κλέωνος, τῶι Ἀπόλλωνι τῶι Πυωί- | |
| ωι σῶμα γυναικεῖον ἇι ὄνομα Στρατο- | |
| νίκα, τιμᾶς ἀργυρίου δύο μνᾶν, καὶ τὰν | |
| 10 | τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ |
| κατὰ τὸν νόμον· Ἀσστόξενος Διο- | |
| νυσίου Δελφός. καθὼς ἐπίστευ- | |
| σε Στρατονίκα τῶι θεῶι τὰν ὠ- | |
| νάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀ- | |
| 15 | νέφαπτος ἀπὸ πάντων τὸμ πάντα βί- |
| ον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέ- | |
| χουσα οἷς κα θέλη. εἰ δέ τις ἐφά- | |
| πτοιτο Στρατονίκας ἐπὶ καταδου- | |
| λισμῶι, βέβαιομ παρεχέτω τῶι θε- | |
| 20 | ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος |
| Διονύσιος καὶ ὁ βεβαιωτὴρ Ἀ- | |
| στόξενος· εἰ δέ τί κα μὴ πα[ρέ]χων- | |
| τι, πράκτιμοι ἐόντων κατὰ [τ]ὸν νό- | |
| μον ὁμοίως δὲ καὶ οἱ παρατυγχά- | |
| 25 | νοντες κύριοι ἐόντων συλέον- |
| τες ὡς ἐλευθέραν οὖσαν ἀζά- | |
| μιοι ὄντες καὶ ἀνυπόδικοι | |
| πάσας δίκας καὶ ζαμίας. | |
| μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
| 30 | λωνος Ἀμύντας, Ταραντῖ- |
| νος καὶ οἱ ἄρχοντος Σώ- | |
| τομος, Χαρίξενος, Νικό- | |
| μαχος· Βούλων, Μαντί- | |
| ας, Εὐκλείδας, Σω- | |
| 35 | σίας, Πεισίστρατος. |