[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος Πύῤῥου μηνὸς Ποιτροπίου, ἐπὶ το- |
| ῖσδε ἀπέδοτο Ἀλεξων Χαριξένου, συνευδο[κ]- | |
| εόντων κα<ὶ> τῶν υἱῶν αὐτοῦ Δίωνος, Χαριξένο[υ], | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄν- | |
| 5 | ομα Θραικίδας τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρί[ου] |
| [μν]ᾶ[ν] τριῶν, καθὼς ἐπίστευσε Θραικίδας τῶι | |
| [θεῶι] τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν ἐπε[ί κ]ά τ[ι] | |
| [πάθη Ἀ]λέξων. παραμεινάτω δὲ Θραικίδας παρὰ Ἀ- | |
| [λέξωνα τ]ὸ κελευόμενον ποιῶν πᾶν· εἰ δέ μή, ἄκυ- | |
| 10 | [ρος ἔστ]ω Θραικίδαι ἁ ὠνά. εἰ δέ κά τι πάθη Ἀλέξω[ν], |
| [τρεφ]έτω Θραικίδας Δορκάδα, εἴ κα θέλη [ο]ἰκεῖν ἐν τα- | |
| [ὐ]τῶι· εἰ δὲ μή, ἐνβαλλέτω Θραικίδας Δορκάδι | |
| τροφὰν τοῦ μηνὸς ἑκάστου πυρῶν τέσσαρα ἡ- | |
| μίεκτα, οἴνου πρόχον. ἁ δὲ [ὠ]νὰ αὕτα κυρία ἔστ[ω], | |
| 15 | εἴ τί κα πάθη Ἀλέξων. βεβαι[ω]τὴρ κατὰ τοὺς ν[ό]μ[ο]- |
| υς τᾶς πόλιος· Δίων Ἀλέξωνος. μάρτυρ[ες· οἱ] | |
| [ἱ]αρεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραν[τῖ]- | |
| νος, ἄρχοντες Ἀρχέλας Δαμοσθένε[ος], | |
| Δίων Ἀλέξωνος, Ἄθανβος Ἀθανίωνο[ς, ἰδι]- | |
| 20 | ῶται Ὀρέστας [Ε]ὐχαρίδα, Κλεύξενο[ς Μν]- |
| ασίππου, Μένης [ὁ] νακόρος. αὕτα δὲ ἁ ὠν[ὰ] | |
| κυρία ἔστω Θραικίδαι, ε[ἴ] τί κα πάθη Ἀλέ[ξων], | |
| ποιοῦντι ἃ δεῖ νιν Δορκάδι· εἰ δὲ μὴ | |
| ποιέοι, ρος ἔστω ἁ ὠνά. |