[ ]
Phokis — Delphi — 170 BC
| 1 | ἄρχοντος Μένητος |
| μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέ- | |
| δοτο Κλέων Φιλιστίδου Ὠρώ- | |
| πιος τῶι Ἀπόλλωνι τῶι Πυ- | |
| 5 | θίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- |
| μα Ἀγαθίας τὸ γένος ἐξ Ὀποῦν- | |
| τος, τιμᾶς ἀργυρίου μνᾶν | |
| τριῶν, καθὼς ἐπίστευσ[ε] Ἀγαθίας | |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθε- | |
| 10 | ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων |
| τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ | |
| τὸν νόμον· Ἀμυνέας Χαριξένου, Δίων | |
| Ἀλέξωνος Δελφοί. παραμεινάτω δὲ | |
| Ἀγαθίας παρὰ Κλέωνα ἄχρι κα ζώη | |
| 15 | Κλέωνι ποιέων τὸ ποτιτασ[σ]όμενον |
| πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί | |
| κα μὴ ποιήση Ἀγαθίας τῶν ποτιτασσο- | |
| μένων ὑπὸ ΚΛέωνος καθὼς γέγραπται | |
| δυνατὸς ἐών, ἐξέστω Κλέωνι κολάζειν | |
| 20 | καθώς κα αὐτὸς θέληι κ[α]ὶ ἄλλωι ὑπὲρ |
| Κλέωνα ὅν Κλέων κελεύση ἀζαμίοις ὄν- | |
| τοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμί- | |
| ας. εἰ δέ τί κα πάθη Κλέων, ἐλεύθε[ρ]ος ἔστω | |
| Ἀγαθίας κυριεύων αὐτοσαυτοῦ καὶ ποιέ- | |
| 25 | ων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι, |
| καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. | |
| εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι | |
| Ἀγαθία τελευτάσαντος Κλέωνος, βέβαι- | |
| ον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θε- | |
| 30 | ῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοί- |
| ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι | |
| [ἐ]όντω[ν] συλέοντες ὡς ἐλεύθερον | |
| ὄντα [ἀ]ζάμιοι ἐόντες καὶ ἀνυπόδικοι | |
| πάσας δίκας καὶ ζαμίας. μάρτυρες· | |
| 35 | τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, |
| Ἀμύντας, ἰδιῶται Εὐκλείδας, | |
| Ἄρχων, Εὐάγγελος, Καλλίερος. |