[ ] Phokis — Delphi — 170 BC
1 ἄρχοντος Μένητος
μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Κλέων Φιλιστίδου Ὠρώ-
πιος τῶι Ἀπόλλωνι τῶι Πυ-
5 θίωι σῶμα ἀνδρεῖον ὧι ὄνο-
μα Ἀγαθίας τὸ γένος ἐξ Ὀποῦν-
τος, τιμᾶς ἀργυρίου μνᾶν
τριῶν, καθὼς ἐπίστευσ[ε] Ἀγαθίας
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθε-
10 ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ
τὸν νόμον· Ἀμυνέας Χαριξένου, Δίων
Ἀλέξωνος Δελφοί. παραμεινάτω δὲ
Ἀγαθίας παρὰ Κλέωνα ἄχρι κα ζώη
15 Κλέωνι ποιέων τὸ ποτιτασ[σ]όμενον
πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί
κα μὴ ποιήση Ἀγαθίας τῶν ποτιτασσο-
μένων ὑπὸ ΚΛέωνος καθὼς γέγραπται
δυνατὸς ἐών, ἐξέστω Κλέωνι κολάζειν
20 καθώς κα αὐτὸς θέληι κ[α]ὶ ἄλλωι ὑπὲρ
Κλέωνα ὅν Κλέων κελεύση ἀζαμίοις ὄν-
τοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμί-
ας. εἰ δέ τί κα πάθη Κλέων, ἐλεύθε[ρ]ος ἔστω
Ἀγαθίας κυριεύων αὐτοσαυτοῦ καὶ ποιέ-
25 ων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι,
καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν.
εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι
Ἀγαθία τελευτάσαντος Κλέωνος, βέβαι-
ον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θε-
30 ῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοί-
ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι
[ἐ]όντω[ν] συλέοντες ὡς ἐλεύθερον
ὄντα [ἀ]ζάμιοι ἐόντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. μάρτυρες·
35 τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος,
Ἀμύντας, ἰδιῶται Εὐκλείδας,
Ἄρχων, Εὐάγγελος, Καλλίερος.
Search Help
Contact Us