[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Μενεστράτου μηνὸς Ἀ- |
| μαλίου, ἀπέδοτο Γενναῖος Θαρσύα, | |
| συνευδοκεούσας καὶ τᾶς θυγατέρος | |
| αὐτοῦ Ἀγησαρέτας, τῶι Ἀπόλλωνι τῶι | |
| 5 | Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀρ- |
| τέμων τὸ γενος Γαλ{λ}άταν {²⁶Γαλάταν}²⁶, τιμᾶς | |
| ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔ- | |
| χει πᾶσαν, καθὼς ἐπίστευσε Ἀρτέμων | |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος | |
| 10 | εἶμεν καὶ ἀνέφαπτος τὸμ πάντα χρόνον, |
| ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων | |
| οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν | |
| νόμον τᾶς πόλιος· Ἀντιχάρης Ἀζαράτ[ο]υ | |
| Δελφός. εἰ δέ τίς κα ἐνάπτηται Ἀρτέμωνος ἐπὶ | |
| 15 | καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι |
| τὰν ὠνὰν ὅ τε ἀποδόμενος Γεν̣ναῖος καὶ ὁ βεβαιωτὴρ Ἀντιχάρης κα- | |
| τὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- | |
| λέοντες Ἀρτέμωνα ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀ- | |
| νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλω- | |
| 20 | νος Ἀμύντας καὶ οἱ ἄρχοντες Μνασίθεος, Θεύξενος, Ἁγίων καὶ ἰδιῶ- |
| ται Χαρίξενος Ἀλέξωνος, Δάμων Δαμοκράτεος, Ἀλέξων | |
| Χαριξένου, Νικόμαχος, Γενναῖος Ἡράκωνος, Καλλιγέ- | |
| [νη]ς Κλευδάμου, Ἀγαθοκλῆς Ἀντιχάρεος, Τιμόκρι- | |
| [τος]. |