[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος ἐν Ἀμφίσσαι Ἀριστοδάμου τοῦ Δάμωνος μηνὸς Ἀγροστυῶνος, ἐν Δελφοῖς δὲ |
ἄρχοντος Ἄρχωνος τοῦ Καλλία μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δωρόθεος Ἀρχε- | |
λάου, συνεπαινέοντος καὶ τοῦ υἱοῦ Ἀρχελάου, Ἀμφισσεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα ἀνδρεῖον ὧι ὄνομα Περιγένης τὸ γένος Μακεδόνα, τιμᾶς ἀργυρίου μνᾶν τεσσά- | |
5 | ρων καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Περιγένης τῶι θεῶι τὰν |
ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα | |
θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἄθαμβος Ἀθανίωνος Δελφός, Θηβαγόρας Ἀρχελάου Ἀμ- | |
φισσεύς. εἰ δέ τίς κα ἅπτηται Περιγένεος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰ[ν] | |
ὠνὰν ὅ τε ἀποδόμενος Δωρόθεος καὶ οἱ βεβαιωτῆρες Ἀθαμβος καὶ Θηβαγόρας. εἰ δέ κα μὴ πα- | |
10 | ρέχωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κυρίοι ἐόν- |
των συλέοντες ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί- | |
ας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ τῶν ἀρχόντων Ἄθαμβος Ἀθανίωνος καὶ ἰδι- | |
ῶται Χαρίξενος, Ἀλεξίμαχος, Φιλόξενος, Ἀρχέλαος Δωρο- | |
15 | θέου Ἀμφισσεῖς, Δελφοὶ Εὐκλείδας, Πολύων, Μένης, Πατρέας. |