[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα μηνὸς Ἡρακλείου, ἀπέδοτο Δίων Φι- |
| λιστίωνος, Μένων Εἴκωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα τρί- | |
| α, Ζωΐλαν τε καὶ τοὺς ὑοὺς αὐτᾶς, Ἀπολλόδωρον καὶ Ἀνδρομένη, καθὼς ἐπίστευ- | |
| σε Ζωΐλα καὶ Ἀπολλόδωρος και Ἀνδρομένης τῶι θεῶι τὰν ὠνάν, τιμᾶς ἀρ- | |
| 5 | γυρίου μνᾶν ἑπτά. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δίων Ἀλέξωνος. εἰ δέ τις |
| ἐφάπτοιτο Ζωΐλας ἢ Ἀπολλοδώρου ἤ Ἀνδρομένεος ἐπὶ καταδουλισμῶι, κύριοι ἔστω- | |
| σαν αὐτοί τε αὑτο{το}ὺς {²⁶αὑτοὺς}²⁶ συλέοντες ἐπ’ ἐλευθερία καὶ ἄλλος ὁ παρεντυγχάνων κύριος | |
| ἔστω συλέων ἀνυπόδικος ἐὼν καὶ ἀζάμιος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἁπόλλωνος Ἀμύντας, | |
| Ταραντῖνος καὶ οἱ ἄρχοντες, ἰδιῶται Ἄρχων Νικοβούλου, Ἀρχέλαος Δαμοσθένεος, Ἰατάδας, | |
| 10 | Μένης. |