[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος ἐν Ἀμφίσσαι Ἀριστοδάμου τοῦ Δάμωνος μηνὸς Ἀγροστυῶνος, ἐν Δελφοῖς δὲ
ἄρχοντος Ἄρχωνος τοῦ Καλλία μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δωρόθεος Ἀρχε-
λάου, συνεπαινέοντος καὶ τοῦ υἱοῦ Ἀρχελάου, Ἀμφισσεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα ἀνδρεῖον ὧι ὄνομα Περιγένης τὸ γένος Μακεδόνα, τιμᾶς ἀργυρίου μνᾶν τεσσά-
5 ρων καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Περιγένης τῶι θεῶι τὰν
ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα
θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἄθαμβος Ἀθανίωνος Δελφός, Θηβαγόρας Ἀρχελάου Ἀμ-
φισσεύς. εἰ δέ τίς κα ἅπτηται Περιγένεος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰ[ν]
ὠνὰν ὅ τε ἀποδόμενος Δωρόθεος καὶ οἱ βεβαιωτῆρες Ἀθαμβος καὶ Θηβαγόρας. εἰ δέ κα μὴ πα-
10 ρέχωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κυρίοι ἐόν-
των συλέοντες ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί-
ας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ τῶν ἀρχόντων Ἄθαμβος  Ἀθανίωνος καὶ ἰδι-
ῶται Χαρίξενος, Ἀλεξίμαχος, Φιλόξενος, Ἀρχέλαος Δωρο-
15 θέου Ἀμφισσεῖς, Δελφοὶ Εὐκλείδας, Πολύων, Μένης, Πατρέας.
Search Help