[ ]
Phokis — Delphi — 176 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Νικάνδρου Τριχονέος τὸ τρίτον |
μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Μελισσίωνος μηνὸς Θεο- | |
ξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγησὼ Ἀνφισσὶς τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωσίας, τιμᾶς ἀργυρίου μνᾶν | |
5 | τριῶν, καθὼς ἐπίστευσε Σωσίας τῶι θεῶι τὰν ὠνάν. βεβαιωτῆρες |
κατὰ τὰν συνβολὰν καὶ τὸν νόμον· Ἀριστόμαχος Ἀνφισσεύς, Δεξικρά- | |
της Δελφός. παραμεινάτω δὲ Σωσίας Ἀγησοῖ ἄχρι κα ζώηι Ἀγησὼ ποέ- | |
ων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δέ κα μὴ παραμένη μηδὲ | |
ποιῆ τὸ ποτιτασσόμενον δυνατὸς ἐών, ἐξέστω Ἀγησοῖ κολάζειν | |
10 | ὥς κα αὐτὰ θέλη. ἐπεὶ δέ κα τελευτάση Ἀγησώ, ἐλεύθερος ἔστω |
Σωσίας κυριεύων αὐτοσαυτοῦ καὶ ποέων ὅ κα θέλη, καθὼς ἐπίστευσε | |
τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Σωσία̣ ἐπὶ καταδουλισμῶι | |
τετελευτακούσας Ἀγησοῦς, βέβαιον παρεχέτωσαν οἱ βεβαιωτῆ- | |
ρες τῶι θεῶι τὰν ὠνάν. ὁμοίως δὲ καὶ οἱ παρατυνχάνοντες κύριοι ἐόν- | |
15 | τω συλέοντες ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι |
πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς Ἄθανβος, Ἀμύντας | |
καὶ οἱ ἄρχοντες Πραξίας, Ἀνδρόνικος, Ἀριστίων, ἰδιῶται Καλλίας, | |
Δαμοκράτης Δελφοί, Γενναῖος Ἀνφισσεύς. |