[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Παναιτώλου Φυταιέ- |
| ος μηνὸς Ὁμολωΐου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ξενέα | |
| μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κριτόδαμος | |
| Δαμοκλέος Φυσκεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| 5 | σῶμα ἀνδρεῖον ὧι ὄνομα Μαιφάτας τὸ γένος Γαλά- |
| ταν καὶ γυναικεῖον ἇι ὄνομα Ἀμμία τὸ γένος | |
| Ἰλλύραν, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά. παραμεινάτω δὲ | |
| Μαιφάτας καὶ Ἀμμία παρὰ Κριτόδαμον ἇς κα ζώη Κριτό- | |
| δαμος ποιέοντες Κριτοδάμωι τὸ ποτιτασσόμενον· | |
| 10 | εἰ δέ κα μὴ παραμείνωντι ἢ μὴ ποιέωντι τὸ |
| ποτιτασσόμενον, ἀρμένα καὶ ἀτελὴς αὐτοῖς | |
| ἁ ὠνὰ ἔστω. ἐπεὶ δέ κα τελευτάσηι Κριτό- | |
| δαμος, ἐλεύθεροι ἔ<σ>των Μαιφάτας καὶ Ἀμμία | |
| καὶ ἁ ὠνὰ μενέτω τῶι θεῶι, καθὼς ἐπίστευσαν, | |
| 15 | ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ |
| πάντων τὸμ πάντα βίον, ποιέοντες ὅ κα θέλωντι | |
| καὶ ἀποτρέχοντας οἷς κα θέλωντι. βεβαιωτῆρες | |
| κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Φίλων Ἀρι- | |
| στέα, Ἀστόξενος Διονυσίου. μάρτυροι· οἱ ἱερεῖς | |
| 20 | Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Δεξικρά- |
| της, Σώτιμος, Καλλίμ{μ}αχος {²⁶Καλλίμαχος}²⁶, Εὐάγγελος, Ἀ{ι}- | |
| χαιὸς {²⁶Ἀχαιὸς}²⁶ Δελφοί, Λυκίσκος, Μενέδαμος Φυσκεῖς. |