[ ]
Phokis — Delphi — 176 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Νικάνδρου Τριχονέος τὸ τρίτον |
| μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Μελισσίωνος μηνὸς Θεο- | |
| ξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγησὼ Ἀνφισσὶς τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωσίας, τιμᾶς ἀργυρίου μνᾶν | |
| 5 | τριῶν, καθὼς ἐπίστευσε Σωσίας τῶι θεῶι τὰν ὠνάν. βεβαιωτῆρες |
| κατὰ τὰν συνβολὰν καὶ τὸν νόμον· Ἀριστόμαχος Ἀνφισσεύς, Δεξικρά- | |
| της Δελφός. παραμεινάτω δὲ Σωσίας Ἀγησοῖ ἄχρι κα ζώηι Ἀγησὼ ποέ- | |
| ων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δέ κα μὴ παραμένη μηδὲ | |
| ποιῆ τὸ ποτιτασσόμενον δυνατὸς ἐών, ἐξέστω Ἀγησοῖ κολάζειν | |
| 10 | ὥς κα αὐτὰ θέλη. ἐπεὶ δέ κα τελευτάση Ἀγησώ, ἐλεύθερος ἔστω |
| Σωσίας κυριεύων αὐτοσαυτοῦ καὶ ποέων ὅ κα θέλη, καθὼς ἐπίστευσε | |
| τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Σωσία̣ ἐπὶ καταδουλισμῶι | |
| τετελευτακούσας Ἀγησοῦς, βέβαιον παρεχέτωσαν οἱ βεβαιωτῆ- | |
| ρες τῶι θεῶι τὰν ὠνάν. ὁμοίως δὲ καὶ οἱ παρατυνχάνοντες κύριοι ἐόν- | |
| 15 | τω συλέοντες ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι |
| πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς Ἄθανβος, Ἀμύντας | |
| καὶ οἱ ἄρχοντες Πραξίας, Ἀνδρόνικος, Ἀριστίων, ἰδιῶται Καλλίας, | |
| Δαμοκράτης Δελφοί, Γενναῖος Ἀνφισσεύς. |