[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἀγωνοθετέοντος Φιλονίκου Δυμᾶνος μηνὸς δεκάτου, ἐν δὲ Φυσκέοις |
| ἄρχοντος Πολυκλέος μηνὸς Ὑχαίου, ἀπέδοτο Εὔανδρος Κυραιεύς, | |
| συνευδοκεούσας τᾶς γυναικὸς Δαμύλλας καὶ τοῦ υἱοῦ Ξενία καὶ τᾶς | |
| θυγατέρος Σωκρατείας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| 5 | γυναικεῖον οἰκογενὲς ἇι ὄνομα Σωσικράτεια, τεχνῆτιν |
| αὐλητρίδα, ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου μνᾶν δέκα. προα- | |
| ποδόται κατὰ τὸν νόμον· Ἀρίστων Διοίτα, Ζεῦξις Δαμο- | |
| κλέος Φυσκεῖς. ἁ ὠνὰ παρὰ Λυκίδαν Σωκρατίδα, Πολέ- | |
| μαρχον Φιλίνου. μάρτυροι· Δαμόφιλος, Παμφαίδας, Νικό- | |
| 10 | μαχος, Κρινίας Λεοντίου, Καλλίστρατος Δα- |
| μοκρίτου, Διότιμος, Ζεῦξις Λέωνος, Βουθήρας Δα- | |
| μάρχου, Μέλανθος, Εὔνικος, Σώφιλος. |