[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ἐμμενίδα μηνὸς Θευξενίου, |
| ἐπὶ τοῖσδε ἀπέδοτο Ἄθαμβος Ἀγάθωνος | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον | |
| ὧι ὄνομα Κτήσων τὸ γένος Σύρον, τιμᾶς | |
| 5 | ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει |
| πᾶσαν, καθὼς ἐπίστευσε Κτήσων τὰν ὠνὰν | |
| τῶ θεῶ, ὥστε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος | |
| τὸν πάντα βίον ἀπὸ πάντων, ποιῶν ὅ κα θέλη Κτήσ- | |
| ων. βεβαιωτήρ· Ἄθαμβος Ἁβρομάχου. μάρτυροι· ὁ ἱερεὺς | |
| 10 | τοῦ Ἀπόλλωνος Ταραντῖνος καὶ ὁ ἄρχων Κλέων, ἰδιῶται |
| Νίκαρχος Ἐράτωνος, Δεξώνδας Δάμωνος, Κλευκρά- | |
| της Εὐρυμήδεος, Φιλαίτωλος Φαίνιος. |