[ ]
Phokis — Delphi — 174 BC
| 1 | στραταγέοντος Ἀρχεδάμου Φόλα τὸ τέταρτον |
| μηνὸς Ἀγυείου, ἐν Δελφοῖς δὲ Ἀρχελάου τοῦ Δαμο- | |
| σθένεος μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Λύκος | |
| Ἀρίστωνος Ἑρμάττιος σῶμα γυναικεῖον ἇι ὄνομα Λυ- | |
| 5 | κίσκα καὶ ἄ<λ>λο ἀνδρεῖον ὧι ὄνομα Καλλίμαχος |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν | |
| ὀκτώ, καθὼς ἐπίστευσαν Λυκίσκα καὶ Καλλίμαχος | |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι ἐ͂ιμεν καὶ ἀνέ- | |
| φαπτοι ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέοντες ὅ κα | |
| 10 | θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιω- |
| τῆρες κατὰ τὸν νόμον· Θευδωρίδας Ἀνδρομένε- | |
| ος, Ἀρισταγόρας Εὐθυδάμου Δελφοί, Νικόλαος {Εὐ}- | |
| Εὐβούλου Καλλιπολίτας. παραμεινάντω δὲ Λυκί- | |
| σκα καὶ Καλλίμαχος παρὰ Λύκον ἔτη πέντε ποιέ- | |
| 15 | [ο]ντες τὸ ποτιτα[σ]σόμενον πᾶν τὸ δυνατόν. |
| ἄρχει τοῦ χρόνου μὴ[ν] Ἀγύειος ὁ ἐπὶ Ἀρχεδάμου στρα- | |
| ταγοῦ, ὡς δὲ Δελφοὶ ἄγοντι, μὴν Ἡράκλειος ὁ ἐπὶ Ἀρχε- | |
| λάου. ἐπεὶ δέ κα διεξέλθη ὁ χρόνος, ἀποτρεχόντω ἐλεύ- | |
| θεροι Λυκίσκα καὶ Καλλίμαχος. εἰ δέ τίς κα ἅπτηται Λυ- | |
| 20 | κίσκας ἢ Καλλιμάχου, βέβαιον παρεχόντω τῶι θεῶι |
| τὰν ὠνὰν ὅ τε ἀποδόμενος Λύκος καὶ οἱ βεβαιωτῆρες. | |
| ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- | |
| λέοντες ὡς ἐλευθέρους ὄντας ἐπὶ τὸν θεὸν ἀζάμιο[ι] | |
| ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· | |
| 25 | τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας καὶ τῶν |
| ἀρχόντων Ἀρχέλαος, ἰδιῶται Δαμένης, Ξένων Γλαύκου, | |
| Εὐκλείδας Καλλείδα, Ἐπιχάρης, Γλαῦκος Ξέν<ων>ος, Καλλίε- | |
| ρος. τὰν ὠνὰν φυλάσσοντι Γλαῦκος Ξένωνος, | |
| Καλλίερος ὁ νεωκόρος. |