[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ἄρχωνος τοῦ Καλλία μηνὸς Ποιτροπίου, ἀ- |
| πέδοτο Αἴνησα Αἰνέα Δελφίς, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Ἀστία, | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Πα[ρ]αμονὰ τὸ γένος | |
| οἰκογενῆ {ι}, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστε[υ]- | |
| 5 | σε Παραμονὰ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα- |
| πτον ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέουσαν ὅ κα θέλη καὶ ἀποτρέχου[σαν] | |
| οἷς κα θ[έ]λη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀστίας Ἀμινία. εἰ δέ τις ἐφά[πτοι]- | |
| το Παραμονᾶς ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰ[ν ἅ τε] | |
| ἀποδομένα Αἴνησα καὶ ὁ βεβαιωτὴρ Ἀστίας· εἰ δὲ μὴ παρέχοιν βέβα[ιο]ν τὰν ὠνὰν | |
| 10 | τῶι θεῶι, πράκτιμοι ἐόντ{ι}ων {²⁶ἐόντων}²⁶ κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ ο[ἱ] παρατυγ- |
| χάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν [ἐ]οῦσαν ἀζάμι- | |
| οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ [ἱε]ρε[ὺ]ς τοῦ Ἀπόλ- | |
| λωνος Ἀμύντας καὶ τοὶ ἄρχοντες Πεισίθεος, Ἄθαμβος Ἀθανίωνος, Ἄθαμβος Ἀγά- | |
| θωνος, ἰδιῶται Χαρίξενος Ἀλέξωνος, Φιλοκράτης Θευφράστου, Ἀντιχάρης Ἀζα- | |
| 15 | ράτου, Τιμόκριτος. |