[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Κλέωνος μηνὸς Ἡ[ρακλεί]ου, ἐπὶ τοῖσδε ἀπέδοντο Εὐδαμίδας Σωκρά- |
| τεος καὶ Στραταγὶς Εὐαρχίδα σῶμα ἀνδρεῖον ὧι ὄνομα Δικαίαρχος καὶ ἄλλο γυναικεῖον | |
| ἇι ὄνομα Λαοδίκα, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καθὼς ἐπίστευσαν Δικαίαρχος | |
| καὶ Λαοδίκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάν- | |
| 5 | των τὸμ πάντα βίον. καὶ εἴ τις ἐνάπτοιτο αὐτῶν, ὁ παρατυχὼν συλέων κύριος ἔστω καὶ οἱ βεβαιωτῆ- |
| ρες βεβαιούντων τῶι θεῶι τὰν ὠνάν. εἶμεν δὲ ἐλευθέρους αὐτοὺς ἀπὸ τᾶσδε τᾶς ἁμέρας, ποέον- | |
| τας ὅ κα θέλωντι [․․․․․․․․․․․․․․․․․]. βεβαιωτῆρες· Νικόλαος Ἀμφισσεύς, Ἄσανδρος Ξένωνος Δελφός. μάρτυρες· [οἱ] ἱερεῖς Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρ- | |
| χοντες Ἄσανδρος, Ξένων, ἰδιῶται [․․․]ων, Μαντίας, Δίων, Ἀρχέλαος. |