[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Κλέωνος μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νικὼ Χαριξένου τῶι Ἀπόλλωνι τῶι |
| Πυθίωι σώματα ἀνδρεῖα δύο οἷς ὀνόματα Σωσίβιος, Σωτίων καὶ γυναικεῖον ἓν κοράσιον ὧι ὄνομα | |
| Σωσὼ ἐνδογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν δεκαδύο. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἀνδρόνικος Πατρέα, | |
| Ἀστόξενος Διονυσίου Δελφοί. παραμεινάντω δὲ Σωσίβιος, Σωτίων, Σωσὼ παρὰ Νικὼ ἄχρι κα ζώη Νικὼ | |
| 5 | ποέοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί κα μὴ ποέωντι τῶν ποτιτασσο- |
| [μέ]νων ὑπὸ Νικοῦς καθὼς γέγραπται δυνατοὶ ἐόντες, ἐξέστω Νικοῖ κολάζειν καθώς κα αὐτὰ θέ- | |
| λη καὶ ἄλλω ὑπὲρ Νικὼ ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθη Νικώ, ἐλεύ- | |
| θεροι ἐόντω Σωσίβιος, Σωτίων, Σωσὼ κυριεύοντες αὐτοσαυτῶν καὶ ἀποτρέχοντες οἷς κα θέλωντι καὶ ποέον- | |
| τες ὅ κα θέλωντι, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Σωσιβίου ἢ Σωτίωνος ἢ Σωσοῦς | |
| 10 | ἐπεί κα τελευτάση Νικώ, βέβαιον παρεχόντω οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως |
| δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ὄντω συλέοντες ὡς ἐλευθέρους ὄντας ἀζάμιοι ὄντες καὶ ἀνυπό- | |
| δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, τῶν δὲ ἀρχόν- | |
| των Ἧρυς Πλείστωνος, ἰδιῶται Κριτόλαος, Ἐ<χέ>φυλος, Φιλοκράτης, Ξένων, Νεύστρατος, Ἄσανδρος, | |
| Ἀριστόμαχος Ἐτυμώνδα. |