[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ἐμμενίδα τοῦ Καλ[λία μ]ηνὸς Ἀμαλίου, ἀπέ- |
| δοτο Καλλικλῆς Τίμωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι, | |
| συνε[υ]δοκέοντος τοῦ υἱοῦ Τίμωνος, σῶμα ἀνδρεῖον ὧι ὄνομα Μῆ- | |
| δος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Μῆδος τ[ῶι] | |
| 5 | θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος τὸμ πάντα χρόνον, |
| ποιῶν ὅ κα θέλη κα[ὶ] ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό- | |
| λιος· Τίμων Καλλικλέος. εἰ δέ τίς κα ἐνάπτηται Μήδου ἐπὶ καταδουλισμῶι, βέ- | |
| βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Καλλικλῆς καὶ ὁ βεβαιω- | |
| τὴρ Τίμων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ὄντω συλέον- | |
| 10 | τες Μῆδον ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς |
| τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἄθαμβος, Κλέων, Καλλικλῆς, | |
| ἰδιῶται Εὐάγγελος, Ἀριστέας, Ἐπίνικος, Μένης. |