[ ]
Phokis — Delphi — 173 BC
| 1 | ἄρχοντος Αἰακίδα μηνὸς Βουκατίου, |
| ἀπέδοντο Φιλήμων καὶ Ἀρχίππα τῶι θε- | |
| ῶι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρχέπο- | |
| λις, τιμᾶς ἀργυ[ρίο]υ μνᾶν ἕξ, καθὼς ἐπί- | |
| 5 | στευσε Ἀρχέπολις τῶι θεῶι τὰν ὠνάν, |
| ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος | |
| ἀπὸ πάντ[ω]ν. βεβαιωτῆρες κατὰ τοὺς νό- | |
| μους τᾶς πόλιος· Δαμάνθης, Ἀριστείδας, | |
| Ἱεροκλῆς. βέβαιον παρεχόντω τῶι θε- | |
| 10 | ῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ οἱ βεβαιω- |
| τῆρες κατὰ τοὺς νόμους. μάρτυροι· οἱ ἱερεῖς Ἄ- | |
| θαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ὀρθαῖος, Δαμο- | |
| σθένης, ἰδιῶται Ξ[έ]νων, Ὀρθαῖος, Καλ<λ>ίερος, Ἄθαμ- | |
| βος, Ξεννίας, Ἀρχέλαος, Δείνων. |