[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Ὑβρίστα Ἀκρινιέος μηνὸς Ὁμολοίου, ἐν Δελφοῖς [δὲ ἄρχον]τος Πύρρου, ἀπέδοτο Τιμάγορος Δεξιεὺς |
τῶι Ἀπόλλωνι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Ἄρκισα, Κλεώ, ὥστε ἐλευθέρας εἶμεν, [τιμᾶς ἀ]ργυρίου 𐅇Μ {²⁶μνᾶν ἕξ}²⁶. παραμεινάντω δὲ Ἄρκισα, Κλεὼ | |
παρὰ Τιμάγορον ἄχρι κα ζώη Τιμάγορος τὸ δέον ποιοῦσαι. ἐπεὶ δέ κά τι πάθη Τιμάγορος, το[ῦ θεοῦ] ἔστω Ἄρκισα, Κλεὼ κυριεύουσαι αὐσαυτᾶν, | |
ἐλεύθεραι οὖσαι καὶ ἀνέφαπτοι τὸμ πάντα χρόν<ον> ἀπὸ πάντων, καθὼς ἐπίστευ[σ]αν τῶ[ι θ]εῶι τὰν ὠνάν. βεβαιωτῆρες· Μικκύλος, Ἐμμενί- | |
5 | δας Δεξικράτεος Δελφοί, Πλείσταινος Καλλιπολίτας. μάρτυροι· οἱ ἱερεῖς Ταραν[τῖ]νος, Ἀμ[ύντ]ας [κ]αὶ τοὶ ἄρχοντες Ἄθαμβος, Ἄσ[α]νδρος, Ἡρά- |
κων Δελφοί, Διω[․․․] Δεξιεύς, Δεξίας Καλλιπολίτας, Ἀρχέλας Πραόχου, Βάκχιος Δελ[φ]οί. |