[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | ἄρχοντος Δεξώνδα μηνὸς Βυσίου, ἀπέδοτο Ἀλέξανδρος Ἀντιγόνου τῶι |
| Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Βόηθος τὸ γένος Σύρον, τιμᾶς | |
| ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Βόηθος τὰν ὠνὰν τῶι θεῶι, ὥστε ἐ- | |
| λεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ | |
| 5 | τὸν νόμον· Χαρίξενος. εἰ δέ τι ἀνθρώπινον γένοιτο περὶ Βόαθον, ἅ κα κατα- |
| λίπη Βόαθος Ἀλεξάνδρου ἔστω καὶ τοῦ υἱοῦ. μάρτυροι· οἱ ἱερεῖς Πραξίας, | |
| τῶν ἀρχόντων Σώστρατος, ἰδιῶται Ἀρίστων, Ἀλκῖνος, Λαιάδας, Σωσίνι- | |
| κος. |