[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | ἀγαθῆ τύχη. ἄρχοντος Δεξώνδα τοῦ Δάμωνος καὶ μηνὸς Ἀμαλίου, |
| ἀπέδοτο Σπαῖρος Ἀκρισίου Ναυπάκτιος, συνευδοκεόντων καὶ τῶν υἱ- | |
| ῶν, σῶμα ἀνδρεῖον τὸ γένος Θρᾶικα ὧι ὄνομα Φιλόνικος τῶι Ἀπόλλω- | |
| νι τῶι Πυθίωι ἐπ’ ἐλευθερία, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει. | |
| 5 | βεβαιωτήρ· Χαρίξενος Ἀλέξωνος Δελφός. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ- |
| λωνος Πραξίας, Ἀνδρόνικος καὶ τῶν ἀρχόντων Σώστρατος Σωτύλου, | |
| ἰδιῶται Μένης, Κλέων Κλευδάμου, Κόσις Λυκίσκου, Δεξώνδας Δρομοκλείδα, | |
| Θεόξενος Ἰατάδα. |