[ ]
Phokis — Delphi — 170/169 BC
| 1 | ἄρχοντος Λαιάδα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ζώπυρος |
| Νίκωνος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- | |
| μα Πύῤῥος, τιμᾶς ἀργυρίου στατήρων εἴκοσι, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
| καθὼς ἐπίστευσε Πύῤῥος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν | |
| 5 | καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀπο- |
| τρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πολύων Σίμωνος | |
| Δελφός. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, | |
| ἰδιῶται Δάμων Δεξώνδα, Ἀρχέλαος Πυθοφάνεος, Ἄσανδρος | |
| Δι[ονυ]σίου, {Εὐκλ} Εὐκλείδας Κ<αλλ>ε[ίδα]. |