[ ]
Phokis — Delphi — 170 BC
| 1 | ἄρχοντος Λαιάδα μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀμύντας |
| Σωσία Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Γλαυκίας, | |
| ὃ ἐπρίατο παιδάριον παρὰ Χαίριδος καὶ Εὐκαρπίδα Λεπαδέων, τιμᾶς ἀργυρίου μνᾶν | |
| πέντε, καὶ τὰν τιμὰν ἔχει· βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἄθαμβος Ἀθανίωνος, | |
| 5 | Ἀνδρόνικος Πατρέα Δελφοί· ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Γλαυκίαν καὶ ἀνέφαπτον |
| [ἀ]πὸ πάντων τὸμ πάντα βίον καὶ ποιεῖν Γλαυκίαν ὅ κα θέληι αὐσαυτοῦ κυριεύοντα | |
| καὶ ὄντα ἐλεύθερον, καθὼς ἐπίστευσε Γλαυκίας τὰν ὠνὰν τῶι Ἀπόλλωνι | |
| τῶι Πυθί<ωι>. κατενενκάτω δὲ Γλαυκίας τὸν ἔρανον, τὸν συνᾶξαν Ἄθαμβος καὶ Εὐα- | |
| γόρας, τὸ ἥμισσον φέρων κατὰ τετράμηνον, στατῆρας πέντε καὶ δέκ’ ὀβολούς, | |
| 10 | ἐπὶ τὸ Ἀμύντα ὄνομα, ἄχρι κα λήξη ὁ ἔρανος· εἰ δέ κα μὴ κατενέγκη, ἄκυρος ἔστω |
| ἁ ὠνά. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος | |
| καὶ οἱ ἄρχοντες Ἀριστίων, ἰδιῶται Ἀρχέλα[ο]ς Πραόχου, | |
| Ἀρχέλαος Θηβαγόρα, Κλέων Δίωνος, Καλλίερος. |