[ ]
Phokis — Delphi — 170/169 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Ἀγελάου μηνὸς Δίου, |
| ἐν Δελφοῖς δὲ ἄρχοντος Λαιάδα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε | |
| ἀπέδοτο Πραξίδαμος Κράτητος Ἀμφισσεὺς σώματα γυναικεῖα | |
| δύο αἷς ὀνόματα Δαζίμα καὶ Ἡσύχιον τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς | |
| 5 | ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, ὥστε ἐλευθέρας |
| εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα χρόνον, καθὼς ἐπί- | |
| στευσαν τὰν ὠνὰν τῶι θεῶι, διατριβούσας εἷ κα αὐ[τ]αὶ θέλωντι. | |
| βεβαιωτὴρ κατὰ τὸν νόμον· Λυσίπονος Ἀμφισσεύς. μάρτυρες· οἱ ἄρ- | |
| χοντες Βάκχιος, Ἀριστίων, Ἀμυνέας, ἰδιῶται Πραξίας, Ἀστόξενος | |
| 10 | Δελφοί, Κλεύμαχος Χαραδραῖος, Μνασίδαμος, Εὔνικος, Εὐκλείδας, |
| Ἀρχέδαμος Ἀμφισσεῖς. |