[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχο[ντο]ς Κλέωνος μηνὸς Ἰλαίου, ἀπέδοτο Σώπολις Ἀσάνδρου |
| Δε[λ]φὸς τ[ῶι] Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
| Ἀντιγόνα, σ[υ]νευδοκέοντος καὶ τοῦ υἱοῦ Ἀσάνδρου, ἀργυρίου μνᾶν | |
| τριῶν, καθὼς ἐπίστευσε Ἀντιγόνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι ἐλευθέ- | |
| 5 | ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. παραμενέτω δὲ |
| Ἀντιγόνα παρὰ Σώπολιν ἕως κα ζῆ Σώπολις ποιοῦσα τὸ ποτιτασσόμενον | |
| πᾶν τὸ δυνατὸν ἀνενκλήτως· εἰ δέ κα μὴ ποιῆ, κύριος ἔστω Σώπολις κολά- | |
| ζων Ἀντιγόναν ὧι κα θέληι τρόπωι ἢ ἄλλος ὅν κα Σώπολις κελεύηι. | |
| βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἄσανδρος Σωπόλιος καὶ Ἀστόξενος Διο- | |
| 10 | νυσίου. εἰ δέ τις αὐτᾶς ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι, κύριος ἔστω συλέ- |
| ων ὁ παρατυχὼν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος | |
| πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱε[ρ]εῖς Ἀμύντας, Ταραντῖνος· Καλλί- | |
| ερος, Καλλίας Ἐμμενίδα, Αἰακίδας Βαβύλου, Ἀρχέλαος Πυθοφάνεος, Ἀμυνέας. |