[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ξενέα μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἱεροκλῆς, Ἱερόκ[λ]εια, συνευδ[ο]κέοντος τοῦ υἱοῦ Θε- |
| ογένεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Κλεώ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, | |
| καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστευσε Κλεὼ τὰν ὠνὰν τῶι θεῶ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό- | |
| λιος· Θεογένης Ἱεροκλέος. βέβαιον δὲ παρεχόντω τὰν ὠνὰν τῶι θεῶι οἵ τε ἀποδ[ό]μενοι Ἱεροκλῆς, Ἱερόκλεια, | |
| 5 | ὁ βεβαιωτὴρ Θεογένης. εἰ δέ τίς κα ἀνθάπτηται Κλεοῦς, κύριος ἔστω ὁ ἀντιτυχὼν [σ]υλέων ὡς ἐλευ- |
| θέραν οὖσαν, καθὼς ἐπίστευσεν τὰν ὠνὰν τῶι θεῶι Κλεώ, ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας | |
| δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστοκρά- | |
| της, Ἀρχίας, Δαμοφάνης, ἰδιῶται Δίων, Ἄθανβος, Καλλίερος, Διόδωρος, Ἄσανδρος. |