[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Κλέωνος μηνὸς Ἡρακλείου, ἀπέδοτο Πραξὼ Ἐμμενίδα σῶμα γυναικεῖον |
| ἇι ὄνομα Λείριον τῶι Ἀπόλλωνι τῶ Πυθίω, συνευδοκέοντος Πραξία, καθὼς ἐπίστευσε | |
| Λίριον τῶ θεῶ τὰν ὠνάν, ὥστε ἐλευθέραν εἶμεν τὸν πάντα χρόνον, ποιοῦσαν ὅ κα θέ[λ]η, | |
| τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Βάχιος | |
| 5 | Ἄγρωνος. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας Εὐδώρου, Ταραντῖνος Ἄρχωνος, |
| τῶν ἀρχόντων Ξένων Βούλωνος, ἰδιῶται Ἀνδρόνικος, Θευδωρίδας, Ἵππων, Ἧρυς, Πολύκλειτος, Καλλίερος. |