[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχ[οντος Θευξένου] |
| μηνὸς [Ἐνδυσποιτροπί]- | |
| ου, ἐπὶ τοῖσδε ἀπέ[δοτο] Κλευ[νίκα] | |
| Ἀρχελάου Δελφὶς τῶι Ἀπόλλωνι τῶ[ι Πυ]- | |
| 5 | θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Πραξι[νικίς], |
| τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίσ[τευ]- | |
| σε Πραξινικὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλε[υ]- | |
| θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν[τα] | |
| βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἄρχων Νικο- | |
| 10 | βούλου, Εὐκλείδας Δελφοί. παραμεινάτω δὲ Πραξι- |
| νικὶς παρὰ {ρα} Κλευνίκαν, ἄχρι κα ζώη Κλευνίκα, ἔν- | |
| δω μένουσα, ποιέουσα τὸ ποτιτασ<σ>όμενον πᾶν τὸ | |
| δυνατὸν ἀνενκλήτως· εἰ δέ τί κα μὴ ποιήση τῶ- | |
| ν ποτιτασ<σ>ομένων ὑπὸ Κλευνίκας καθὼς γέγρα- | |
| 15 | πται [δ]υνατὰ ἐοῦσα, ἐξέστω Κλευνίκα κολάζειν |
| καθώς κα αὐτὰ θέληι καὶ ἄλλωι ὑπὲρ Κλευνί- | |
| καν ὅν κα Κλευνίκα κελεύσηι ἀζαμίοις | |
| ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζα- | |
| μίας· εἰ δέ τί κα πάθηι Κλευνίκα, ἐλευθέρα ἔστω | |
| 20 | Πραξινικὶς κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέου- |
| σα ὅ κα θέληι. στεφανωέτω δὲ τὸ μνᾶ<μα> τὸ Κλευ- | |
| νίκας κατ’ ἐνιαυτὸν ταῖς ὡρίοις, καθὼς ἐπίστευσε | |
| τῶι θεῶι τὸν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδου- | |
| λισμῶι Πραξινικίδος τελευτασάσας Κλευνίκας, | |
| 25 | βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν |
| ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχά- | |
| νοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν | |
| οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
| καὶ ζαμίας. ποιησάτω δὲ καὶ τὰς ἀλλαθεάδας καὶ | |
| 30 | τὰ λοιπὰ τὰ νομιζόμενα πάντα. μάρτυρες· τοὶ |
| ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, | |
| ἰδιῶται Εὐκλείδας, Τιμόκριτος, Νικόμαχος. |