[ ]
Phokis — Delphi — 172 BC
| 1 | Στραταγέοντος τῶν Φωκέων Ἀντιόχου μηνὸς ἑνδεκάτου, ἐν Δελφοῖς δὲ |
| ἄρχοντος Κλεοφάνεος μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Καλλὶς καὶ Πολύτας Λιλαι- | |
| εῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα δύο οἷς ὀνόματα Βερενίκα καὶ Αἰ- | |
| ολίς, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καθὼς ἐπίστευσαν Βερενίκα καὶ Αἰολὶς τῶι θε- | |
| 5 | ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάν[τ]ων τὸμ πάντα βίον. |
| βεβαιωτῆρες κατὰ τὸν νόμον· Ξενοκράτης Καλλιτέλεος Λιλαιεύς, Κλεομήδης Κλεολάου | |
| Τειθρώνιος. παραμεινάντων δέ Βερενίκα καὶ Αἰολὶς παρὰ Καλλὶν ἄχρι κα ζώη Καλλὶς ποι- | |
| έουσαι τὸ ποτιτασσόμενον πᾶν ἀνενκλήτως· εἰ δέ τί κα μὴ ποιήσωντι Βερενίκα καὶ Αἰολὶς τῶν | |
| ποτιτασσομένων ὑπὸ [Κ]αλλίδος καθὼς γέγραπται δυναταὶ οὖσαι, ἐξέστω Καλλίδι κολάζειν, | |
| 10 | καθώς κα αὐτὰ θέληι, καὶ ἄλλωι ὑπὲρ Καλλὶν ὅν κα Καλλὶς κελεύση ἀζαμίοις ὄντοις καὶ ἀ- |
| νυποδίκοις πάσας δίκας καὶ ζαμίας· εἰ δέ τί κα πάθηι Καλλίς, ἐλεύθεραι ἔστων Βερε- | |
| [νί]κα καὶ Αἰολὶς κυριεύουσαι αὐτοσαυτᾶν καὶ ποιέουσ[α]ι ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι | |
| οἷς κα θέλωντι, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν· εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι | |
| Βερενίκας ἢ Αἰολίδος τελευτασάσας Καλλίδος, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνὰν | |
| 15 | κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες |
| ὡς ἐλευθέρας οὔσας ἀ[ζά]μιοι ἐόντες καὶ ἀνυπόδικοι πᾶσας δίκας καὶ ζαμ[ία]ς. μάρ- | |
| τυρες· τοὶ ἄρχοντες τᾶς [πό]λεος τῶν Δελφῶν Ἀλκῖνος Ἀρχιάδα, Ἀρχέλας Δαμοσθένεος, | |
| ἰδιῶται Καλλείδας Εὐκλείδ[α], Ἀντιφάνης Ἡρωΐδ[α] Δελφοί, Ξενοφῶν Ξένωνο[ς], Νίκαρχος Καλ- | |
| λιτέλεος, Ἄρχων Καλλιμένεος, Νικόλαος Κλεοτέλεος, Ἀρίστων Ἀριστάρχου, Ἡρακλείδας Λι- | |
| 20 | λαιεῖς. |