[ ]
Phokis — Delphi — 170 BC
| 1 | Στραταγέοντος τῶν Αἰτωλῶν Προάνδρου Φόλα μηνὸς Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχον- |
| τος Λαιάδα μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πατρὼ Ἐχεσθένεος Σκαρφὶς | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Κράτ[ε]ια τὸ γένος εκ[․] Κε- | |
| λαίθας, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Κράτεια τῶι Ἀπόλλωνι | |
| 5 | τῶι Πυθίωι ταν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ |
| πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
| Σωσίλαος Κλέωνος Σκαρφεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραν- | |
| τῖνος, τῶν ἀρχόντων Ἀμυνέας, ἰδιῶται Πολυκράτης, Ἀντίας Φαινέα Σκαρφεῖς, | |
| Λαιάδας, Δαμοσθένης, Εὐκλείδ[α]ς Δελφοί. |