[ ] Phokis — Delphi — 170/169 BC
1 ἄρχοντος Λαιάδα μηνὸς Ποιτροπίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Εὐφρόνοις Ζωΐλου, συνευδ-
οκέοντος καὶ τοῦ υἱοῦ Θευδώρου, τῶι Ἀπόλλωνι
τοῖ Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀγαθά, τιμᾶς
5 ἀργυρίου μνᾶν τριῶν. <βε>βαιωτὴρ κατὰ τὸν νόμον·
Κλέων Δίωνος. παραμεινάτω δὲ Ἀγαθὰ παρὰ Εὐφρόνιον
ἀνένκλητος ἐοῦσα. εἰ δέ τί κα πάθη Εὐφρόνιος,
παραμεινάτω Ἀγαθὰ πα<ρὰ> Θεύδωρον ἀπὸ τ[ᾶ]ς Λαιάδα ἀρχᾶς
ἔτη ἕξ, καὶ ἀποτρεχέτω ἐλευθέρα. μάρτυροι· τοὶ ἱαρεῖς
10 τοῦ Ἀπόλλωνος Ταρ<α>ντῖνος, Ἀμύντας καὶ τοὶ
ἄρχοντες Βάχχιος, Ἀριστίων καὶ ἐκτὸς Ἀλέξων,
Μνασίθεος. ἐξέστω δὲ τω[— — — —]
[— — — —]
[— — — —]
Search Help
Contact Us