[ ]
Phokis — Delphi — 170/169 BC
1 | ἄρχοντος Λαιάδα μηνὸς Ποιτροπίου, |
ἐπὶ τοῖσδε ἀπέδοτο Εὐφρόνοις Ζωΐλου, συνευδ- | |
οκέοντος καὶ τοῦ υἱοῦ Θευδώρου, τῶι Ἀπόλλωνι | |
τοῖ Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀγαθά, τιμᾶς | |
5 | ἀργυρίου μνᾶν τριῶν. <βε>βαιωτὴρ κατὰ τὸν νόμον· |
Κλέων Δίωνος. παραμεινάτω δὲ Ἀγαθὰ παρὰ Εὐφρόνιον | |
ἀνένκλητος ἐοῦσα. εἰ δέ τί κα πάθη Εὐφρόνιος, | |
παραμεινάτω Ἀγαθὰ πα<ρὰ> Θεύδωρον ἀπὸ τ[ᾶ]ς Λαιάδα ἀρχᾶς | |
ἔτη ἕξ, καὶ ἀποτρεχέτω ἐλευθέρα. μάρτυροι· τοὶ ἱαρεῖς | |
10 | τοῦ Ἀπόλλωνος Ταρ<α>ντῖνος, Ἀμύντας καὶ τοὶ |
ἄρχοντες Βάχχιος, Ἀριστίων καὶ ἐκτὸς Ἀλέξων, | |
Μνασίθεος. ἐξέστω δὲ τω[— — — —] | |
[— — — —] | |
[— — — —] |