[ ]
Phokis — Delphi — 168 BC
| 1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Ἰλαίου, |
| ἐπὶ τοῖσδε ἀπέδοτο Λύκα Θρασυ[κ]λέος Δελφίς, | |
| συνεπαινέοντος καὶ τοῦ υἱοῦ Σωνίκου, | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
| 5 | κεῖον ἇι ὄνομα Σωτώ, τιμᾶς |
| ἀργυρίου μνᾶν τεσσάρων, καὶ | |
| τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Σω- | |
| τὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν | |
| εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν | |
| 10 | πάντα βίον, ποιέουσαν ὅ κα θέληι. βεβαιω- |
| τὴρ κατὰ τὸν νόμον· Πραξίας Εὐδόκου. | |
| μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
| Ἀμύντας, Ταραντῖνος ἰδιῶται Ἀν- | |
| δρόνικος Φρικίδα, Εὐκλείδας Καλ- | |
| 15 | λείδα, Εὔδωρος, Σωτύλος. |