[ ]
Phokis — Delphi — 170 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Προάνδρου Φόλα μηνὸς |
| Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχοντος Λαιάδα μηνὸς Βουκα- | |
| τίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστόκλεια Ἀγαθοκλέος Ναυ- | |
| πακτία, συνευδοκέοντος τοῦ υἱοῦ Στρατονίκου καὶ ὑπὲρ | |
| 5 | Ἀγαθοκλῆ τοῦ υἱοῦ Ζωΐλου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα |
| ἀνδρεῖον ὧι ὄνομα Ἡρακλείδας τὸ γένος Ἀλεξανδρῆ, τιμᾶς | |
| ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἡρακλείδας τῶι θεῶι | |
| τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν αὐτόν, ποι<έ>οντα ὅ κα θέλη, | |
| καὶ ἀνέφαπτον ἐν παντὶ τόπωι ἀπὸ πάντων τὸμ πάντα χρόνον. | |
| 10 | βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀριστόλαος Δάμω[ν]ος Δελφός, |
| Ἀγήσανδρος Ἀριστάρχου Καλλιπολίτας. μάρτυροι· οἱ ἱερεῖς τοῦ | |
| Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστίων, | |
| Βάκχιος, ἰδιῶται Ἀλέξανδρος, Ἀνδρόνικος, Δορκίνας, Βυρία- | |
| δας, Ἀρτεμίδωρος, Ἀντίκριτος, Καλλίερος, Ἐκέφυλος, Μέλις, | |
| 15 | Εὐκλείδας Δελφοί. |