[ ]
Phokis — Delphi — 170 BC
| 1 | στραταγέοντος τ[ῶ]ν Αἰτωλῶν |
| Προάνδρου Φόλα μηνὸς Πανάμου, | |
| ἐν Δελφοῖς δὲ ἄρχοντος Λαιάδα | |
| μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
| 5 | Στράταγος Πορθάονος Φυσκεὺς |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
| ον ἇι ὄνομα Ἀρτεμισία, τιμᾶς ἀργυρίου | |
| μνᾶν τεσσάρων, τὸ γένος Ἀσιαγενῆ, καθὼς | |
| ἐπίστευσε Ἀρτεμισία τῶι Ἀπόλλωνι τῶι | |
| 10 | Πυθίωι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν |
| [κ]αὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν- | |
| τα βίον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς | |
| κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πορθάων | |
| Στρατάγου Φυσκεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω- | |
| 15 | νος Ἀμύντας, Ταραντῖνος, τῶν ἀρχόντων Βάκχιος, |
| ἰδιῶται Εὐκλείδας, Ἀριστοκράτης, Ἀριστίων Ἄγω- | |
| νος, Ξένων Βούλωνος, Ξένων Κλ[έ]ωνος. |