[ ] Phokis — Delphi — 170 BC
1 στραταγέοντος τ[ῶ]ν Αἰτωλῶν
Προάνδρου Φόλα μηνὸς Πανάμου,
ἐν Δελφοῖς δὲ ἄρχοντος Λαιάδα
μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο
5 Στράταγος Πορθάονος Φυσκεὺς
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ-
ον ἇι ὄνομα Ἀρτεμισία, τιμᾶς ἀργυρίου
μνᾶν τεσσάρων, τὸ γένος Ἀσιαγενῆ, καθὼς
ἐπίστευσε Ἀρτεμισία τῶι Ἀπόλλωνι τῶι
10 Πυθίωι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν
[κ]αὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν-
τα βίον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς
κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πορθάων
Στρατάγου Φυσκεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω-
15 νος Ἀμύντας, Ταραντῖνος, τῶν ἀρχόντων Βάκχιος,
ἰδιῶται Εὐκλείδας, Ἀριστοκράτης, Ἀριστίων Ἄγω-
νος, Ξένων Βούλωνος, Ξένων Κλ[έ]ωνος.
Search Help
Contact Us