[ ]
Phokis — Delphi — 170 BC
1 | στραταγέοντος τ[ῶ]ν Αἰτωλῶν |
Προάνδρου Φόλα μηνὸς Πανάμου, | |
ἐν Δελφοῖς δὲ ἄρχοντος Λαιάδα | |
μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
5 | Στράταγος Πορθάονος Φυσκεὺς |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
ον ἇι ὄνομα Ἀρτεμισία, τιμᾶς ἀργυρίου | |
μνᾶν τεσσάρων, τὸ γένος Ἀσιαγενῆ, καθὼς | |
ἐπίστευσε Ἀρτεμισία τῶι Ἀπόλλωνι τῶι | |
10 | Πυθίωι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν |
[κ]αὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν- | |
τα βίον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς | |
κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πορθάων | |
Στρατάγου Φυσκεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω- | |
15 | νος Ἀμύντας, Ταραντῖνος, τῶν ἀρχόντων Βάκχιος, |
ἰδιῶται Εὐκλείδας, Ἀριστοκράτης, Ἀριστίων Ἄγω- | |
νος, Ξένων Βούλωνος, Ξένων Κλ[έ]ωνος. |