[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ξενέα μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖ[σ]δε ἀπέδοτο Μικκύλος Λαδίκου Χαλειεὺς τοῖ Ἀπόλλωνι τ[οῖ Π]υθίοι σῶμα γυ-
ναικεῖον οἷ ὄνομα Λυσώ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς αὐτὰ ἐπίστευσ[ε] Λυσὼ τοῖ θεοῖ τὰν
ὠνάν, εὐδοκεούσας τᾶς θυγατρὸς αὐτοῦ Δρακοντίδος. παραμεινάτω δὲ Λυσὼ παρὰ Μικκύλον ἕως κα ζῆ ποέου-
σα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δέ κα ἢ μὴ παραμένη ἢ μὴ ποῆ τὸ ποτιτασσόμενον Λυσὼ Μικκύλοι, κύριος ἔ-
5 στω κολάζων ὥς κα θέλη. εἰ δέ τί κα πάθη Μικκύλος, ἐλευθέρα ἔστω Λυσὼ καὶ ἀνέφαπτος τὸν πάντα χρόνον ἀπὸ
πάντων. βεβαιωτὴρ κατὰ τὸ σύνβολον· Σωσίνεικος Εὐδόκου Δελφός. κύριος δὲ ἔστω καὶ ἄλλος ὁ παρατυνχάνων προιστά-
μενος ἐπ’ ἐλευθερίαι ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας πάσας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Ταραντῖνος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀριστοκράτης, Ἀρχίας, Δαμοφάνης, ἰδιῶται Εὔδοκος,
Πραξίας, Φίλων, Ἀρχέλαος.
Search Help