[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | [σ]τραταγέοντος τῶν Φωκέων Ἀριστοτέλεος τοῦ Ἀριστάρχου μ[η]νὸς πρώτου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ξενέα |
| τοῦ Βαβύλου μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτ[ο Ἀ]ριστέας Ἀριστοδάμου Στίριος τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα ἀνδρεῖον ὧι ὄνομα Πρῶτος Π[ρ]ώτου τὸ γένος Σειδώνιον, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν | |
| ἔχει πᾶσαν, καθὼς ἐπίστε[υ]σε Πρῶτος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον | |
| 5 | ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷ κα θέλη. βεβαιωτῆρες |
| κατὰ τοὺς νόμους τᾶς πόλιος· Δαμένης Ὀρέστα Δελφός, Ἀρχιάδας Ἀριστέα Στίριος. βέ- | |
| βαιον δὲ παρεχέτωσαν ὅ τε ἀποδόμενος καὶ οἱ βεβαιωτῆρες τὰν ὠνὰν κατὰ τοὺς νόμους | |
| τᾶς πόλιος. κύριος δὲ ἔστω Πρῶτος αὐτοσεαυτὸν συλέων καὶ οἱ παρατυνχάνοντες | |
| ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ <ἱ>ερεῖς τοῦ Ἀπόλ- | |
| 10 | λωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστοκράτης, Ἀρχίας, Δαμοφάνης, |
| ἰδιῶται Δίων Ἀριστοβούλου, Ἧρυς Πισιθέου, Κ[α]λλίερος, Σώδαμος Θευδώρου | |
| Λιλαιεύς, Ἀστόξενος Διονυσίου. |